Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.52.2 | Hdt. 5.52.5 (English) | >>Hdt. 5.54.2 |
5.52.4 ἐκ δὲ ταύτης τῆς Ἀρμενίης ἐς βάλλοντι ἐς τὴν Ματιηνὴν γῆν σταθμοί εἰσι τέσσερες καὶ τριήκοντα , παρασάγγαι δὲ ἑπτὰ καὶ τριήκοντα καὶ ἑκατόν . ποταμοὶ δὲ νηυσιπέρητοι τέσσερες διὰ ταύτης ῥέουσι , τοὺς πᾶσα ἀνάγκη διαπορθμεῦσαί ἐστι , πρῶτος μὲν Τίγρης , μετὰ δὲ δεύτερός τε καὶ τρίτος ὡυτὸς ὀνομαζόμενος , οὐκ ὡυτὸς ἐὼν ποταμὸς οὐδὲ ἐκ τοῦ αὐτοῦ ῥέων · ὁ μὲν γὰρ πρότερον αὐτῶν καταλεχθεὶς ἐξ Ἀρμενίων ῥέει , ὁ δʼ ὕστερον ἐκ Ματιηνῶν ·
5.52.5 ὁ δὲ τέταρτος τῶν ποταμῶν οὔνομα ἔχει Γύνδης , τὸν Κῦρος διέλαβέ κοτε ἐς διώρυχας ἑξήκοντα καὶ τριηκοσίας .
5.52.6 ἐκ δὲ ταύτης ἐς τὴν Κισσίην χώρην μεταβαίνοντι ἕνδεκα σταθμοί , παρασάγγαι δὲ δύο καὶ τεσσεράκοντα καὶ ἥμισυ ἐστὶ ἐπὶ ποταμὸν Χοάσπην , ἐόντα καὶ τοῦτον νηυσιπέρητον · ἐπʼ ᾧ Σοῦσα πόλις πεπόλισται .
ch. 53
5.53.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 5.52.2 | Hdt. 5.52.5 (English) | >>Hdt. 5.54.2 |